Ἐπίγραμμα VII.465 - Ἡράκλειτος

Ἐπίγραμμα VII.465 - Ἡράκλειτος

Ἁ κόνις ἀρτίσκαπτος, ἐπὶ στάλας δὲ μετώπων
σείονται φύλλων ἡμιθαλεῖς στέφανοι
γράμμα διακρίναντες, ὁδοιπόρε, πέτρον ἴδωμεν,
λευρὰ περιστέλλειν ὀστέα φατὶ τίνος. —
«Ξεῖν᾽, Ἀρετημιάς εἰμι· πάτρα Κνίδος· Εὔφρονος ἦλθον
εἰς λέχος· ὠδίνων οὐκ ἄμορος γενόμαν
δισσὰ δ᾽ ὁμοῦ τίκτουσα, τὸ μὲν λίπον ἀνδρὶ ποδηγὸν
γήρως· ὃν δ᾽ ἀπάγω μναμόσυνον πόσιος.»


3ος π.Χ. αἰώνας

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Εἰς τὸν θάνατον τῆς Αἰμιλίας Ροδόσταμο - Διονύσιος Σολωμός

Εἰς τὸν θάνατον τῆς Αἰμιλίας Ροδόσταμο - Διονύσιος Σολωμός 1. Καὶ εἴδανε τὸ ξόδι σου μὲ τὴν κεροδοσιά σου. 2. Στὴ θύρα τὴν ὁλόχρυση τῆς Παντ...