Άπόσπασμα 58 [Τιθώνωι] - Σαπφώ

Άοίδα Τιθώνω - Σαπφώ

ὔμμες πεδὰ Μοίσαν ἰ]οκ[ό]λπων κάλα δῶρα, παῖδες,
σπουδάσδετε καὶ τὰ]ν φιλάοιδον λιγύραν χελύνναν·
ἔμοι δ’ ἄπαλον πρίν] ποτ’ [ἔ]οντα χρόα γῆρας ἤδη
ἐπέλλαβε, λεῦκαι δ’ ἐγ]ένοντο τρίχες ἐκ μελαίναν·
βάρυς δέ μ’ ὀ [θ]ῦμος πεπόηται, γόνα δ’ [ο]ὐ φέροισι,
τὰ δή ποτα λαίψηρ’ ἔον ὄρχησθ’ ἴσα νεβρίοισι.
τὰ ⟨μὲν⟩ στεναχίσδω θαμέως· ἀλλὰ τί κεν ποείην;
ἀγήραον ἄνθρωπον ἔοντ’ οὐ δύνατον γένεσθαι.
καὶ γάρ π[ο]τα Τίθωνον ἔφαντο βροδόπαχυν Αὔων
ἔρῳ φ[ ]αθεισαν βάμεν’ εἰς ἔσχατα γᾶς φέροισα[ν,
ἔοντα [κ]άλον καὶ νέον, ἀλλ’ αὖτον ὔμως ἔμαρψε
χρόνῳ πόλιον γῆρας, ἔχ̣[ο]ντ’ ἀθανάταν ἄκοιτιν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Εἰς τὸν θάνατον τῆς Αἰμιλίας Ροδόσταμο - Διονύσιος Σολωμός

Εἰς τὸν θάνατον τῆς Αἰμιλίας Ροδόσταμο - Διονύσιος Σολωμός 1. Καὶ εἴδανε τὸ ξόδι σου μὲ τὴν κεροδοσιά σου. 2. Στὴ θύρα τὴν ὁλόχρυση τῆς Παντ...