Ἀπόσπασμα 1- Σαπφώ

Ἀπόσπασμα 1 - Σαπφώ

ποικιλόθρον’ ἀθανάτ’ Ἀφρόδιτα,
παῖ Δίος δολόπλοκε, λίσσομαί σε,
μή μ’ ἄσαισι μηδ’ ὀνίαισι δάμνα,
πότνια, θῦμον,

ἀλλὰ τυίδ’ ἔλθ’, αἴ ποτα κἀτέρωτα
τὰς ἔμας αὔδας ἀίοισα πήλοι
ἔκλυες, πάτρος δὲ δόμον λίποισα
χρύσιον ἦλθες

ἄρμ’ ὐπασδεύξαισα· κάλοι δέ σ’ ἆγον
ὤκεες στροῦθοι περὶ γᾶς μελαίνας
πύκνα δίννεντες πτέρ’ ἀπ’ ὠράνω αἴθε-
ρος διὰ μέσσω·

αἶψα δ’ ἐξίκοντο· σὺ δ’, ὦ μάκαιρα,
μειδιαίσαισ’ ἀθανάτῳ προσώπῳ
ἤρε’ ὄττι δηὖτε πέπονθα κὤττι
δηὖτε κάλημι

κὤττι μοι μάλιστα θέλω γένεσθαι
μαινόλᾳ θύμῳ· τίνα δηὖτε πείθω
ἄψ σ’ ἄγην ἐς ϝὰν φιλότατα; τίς σ’, ὦ
Ψάπφ’, ἀδικήει;

καὶ γὰρ αἰ φεύγει, ταχέως διώξει,
αἰ δὲ δῶρα μὴ δέκετ’, ἀλλὰ δώσει,
αἰ δὲ μὴ φίλει, ταχέως φιλήσει
κωὐκ ἐθέλοισα.

ἔλθε μοι καὶ νῦν, χαλέπαν δὲ λῦσον
ἐκ μερίμναν, ὄσσα δέ μοι τέλεσσαι
θῦμος ἰμέρρει, τέλεσον, σὺ δ’ αὔτα
σύμμαχος ἔσσο.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Εἰς τὸν θάνατον τῆς Αἰμιλίας Ροδόσταμο - Διονύσιος Σολωμός

Εἰς τὸν θάνατον τῆς Αἰμιλίας Ροδόσταμο - Διονύσιος Σολωμός 1. Καὶ εἴδανε τὸ ξόδι σου μὲ τὴν κεροδοσιά σου. 2. Στὴ θύρα τὴν ὁλόχρυση τῆς Παντ...