Ἐπίγραμμα XII.8 - Στράτων

Ἐπίγραμμα XII.8 - Στράτων

Εἶδον ἐγώ τινα παῖδα † ἐπανθοπλοκοῦντα κόρυμβον,
ἄρτι παρερχόμενος τὰ στεφανηπλόκια·
οὐδ᾽ ἄτρωτα παρῆλθον· ἐπιστὰς δ᾽ ἥσυχος αὐτῷ
φημί: «Πόσου πωλεῖς τὸν σὸν ἐμοὶ στέφανον;»
Μᾶλλον τῶν καλύκων δ᾽ ἐρυθαίνετο, καὶ κατακύψας
φησί: «Μακρὰν χώρει, μή σε πατὴρ ἐσίδῃ.»
Ὠνοῦμαι προφάσει στεφάνους, καὶ οἴκαδ᾽ ἀπελθὼν
ἐστεφάνωσα θεούς, κεῖνον ἐπευξάμενος.


2ος αἰώνας

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Εἰς τὸν θάνατον τῆς Αἰμιλίας Ροδόσταμο - Διονύσιος Σολωμός

Εἰς τὸν θάνατον τῆς Αἰμιλίας Ροδόσταμο - Διονύσιος Σολωμός 1. Καὶ εἴδανε τὸ ξόδι σου μὲ τὴν κεροδοσιά σου. 2. Στὴ θύρα τὴν ὁλόχρυση τῆς Παντ...