Ἐπίγραμμα XII.118 - Καλλίμαχος

Ἐπίγραμμα XII.118 - Καλλίμαχος

Εἰ μὲν ἑκών, Ἀρχῖν᾽, ἐπεκώμασα, μυρία μέμφου,
εἰ δ᾽ ἄκων ἥκω, τὴν προπέτειαν ἔα.
Ἄκρητος καὶ ἔρως μ᾽ ἠνάγκασαν, ὧν ὁ μὲν αὐτῶν
εἷλκεν, ὁ δ᾽ οὐκ εἴα τὴν προπέτειαν ἐᾶν·
ἐλθὼν δ᾽ οὐκ ἐβόησα τίς ἢ τίνος, ἀλλ᾽ ἐφίλησα
τὴν φλιήν· εἰ τοῦτ᾽ ἔστ᾽ ἀδίκημ᾽, ἀδικέω.


3ος π.Χ. αἰώνας

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Εἰς τὸν θάνατον τῆς Αἰμιλίας Ροδόσταμο - Διονύσιος Σολωμός

Εἰς τὸν θάνατον τῆς Αἰμιλίας Ροδόσταμο - Διονύσιος Σολωμός 1. Καὶ εἴδανε τὸ ξόδι σου μὲ τὴν κεροδοσιά σου. 2. Στὴ θύρα τὴν ὁλόχρυση τῆς Παντ...