Ἐλεγεῖαι 237-254 - Θέογνις
Σοὶ μὲν ἐγὼ πτέρ᾽ ἔδωκα, σὺν οἷς ἐπ᾽ ἀπείρονα πόντον
πωτήσῃ καὶ γῆν πᾶσαν ἀειρόμενος
ῥηϊδίως· θοίνῃς δὲ καὶ εἰλαπίνῃσι παρέσσῃ
ἐν πάσαις, πολλῶν κείμενος ἐν στόμασιν,
καί σε σὺν αὐλίσκοισι λιγυφθόγγοις νέοι ἄνδρες
εὐκόσμως ἐρατοὶ καλά τε καὶ λιγέα
ᾄσονται. Καὶ ὅταν δνοφερῆς ὑπὸ κεύθεσι γαίης
βῇς πολυκωκύτους εἰς Ἀΐδαο δόμους,
οὐδέποτ᾽ οὐδὲ θανὼν ἀπολεῖς κλέος, ἀλλὰ μελήσεις
ἄφθιτον ἀνθρώποις αἰὲν ἔχων ὄνομα
Κύρνε, καθ᾽ Ἑλλάδα γῆν στρωφώμενος ἠδ᾽ ἀνὰ νήσους
ἰχθυόεντα περῶν πόντον ἐπ᾽ ἀτρύγετον,
οὐχ ἵππων νώτοισιν ἐφήμενος, ἀλλά σε πέμψει
ἀγλαὰ Μουσάων δῶρα ἰοστεφάνων·
πᾶσι δ᾽ ὅσοισι μέμηλε καὶ ἐσσομένοισιν ἀοιδὴ
ἔσσῃ ὁμῶς, ὄφρ᾽ ἂν γῆ τε καὶ ἠέλιος.
Αὐτὰρ ἐγὼν ὀλίγης παρὰ σεῦ οὐ τυγχάνω αἰδοῦς,
ἀλλ᾽ ὥσπερ μικρὸν παῖδα λόγοις μ᾽ ἀπατᾷς.
6ος π.Χ. αἰώνας, Ἐλεγεῖαι
Εγγραφή σε:
Σχόλια ανάρτησης (Atom)
Εἰς τὸν θάνατον τῆς Αἰμιλίας Ροδόσταμο - Διονύσιος Σολωμός
Εἰς τὸν θάνατον τῆς Αἰμιλίας Ροδόσταμο - Διονύσιος Σολωμός 1. Καὶ εἴδανε τὸ ξόδι σου μὲ τὴν κεροδοσιά σου. 2. Στὴ θύρα τὴν ὁλόχρυση τῆς Παντ...
-
Νεκρόδειπνος - Τάκης Σινόπουλος Δάκρυα πολλὰ μὲ καίγανε, μονάχος κι ἔγραφα, τί ἤμουν ἐγώ, μιλῶντας ἔτσι μέ, χρόνια καὶ χρόνια ζωντανεύο...
-
Ἑλένη - Γιῶργος Σεφέρης ΤΕΥΚΡΟΣ ... ές γῆν ἐναλίαν Κύπρον οὗ μ' ἐθέσπισεν οἰκεῖν Ἀπόλλων, ὄνομα νησιωτικ...
-
Dulce et Decorum Est - Wilfred Owen Bent double, like old beggars under sacks, Knock-kneed, coughing like hags, we cursed through sludge, T...
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου