[ ]
[«]τεθνάκην δ’ ἀδόλως θέλω.[»]
ἄ με ψισδομένα κατελίμπανεν
πόλλα καὶ τόδ’ ἔειπέ [μοι·
«ὤιμ’ ὠς δεῖνα πεπ[όνθ]αμεν,
Ψάπφ’, ἦ μάν σ’ ἀέκοισ’ ἀπυλιμπάνω.»
τὰν δ’ ἔγω τάδ’ ἀμειβόμαν·
«χαίροισ’ ἔρχεο κἄμεθεν
μέμναισ’, οἶσθα γὰρ ὤς σε πεδήπομεν·
αἰ δὲ μή, ἀλλά σ’ ἔγω θέλω
ὄμναισαι [. . . (.)] . [. . (.)] . .αι
ὄσ[σα μόλθακα] καὶ κάλ’ ἐπάσχομεν·
πο[λλοις γὰρ στεφάν]οις ἴων
καὶ βρ[όδων πλο]κίων τ’ ὔμοι
κἀ[νήτω] πὰρ ἔμοι περεθήκαο,
καὶ πό[λλαις ὐπα]θύμιδας
πλέκ[ταις ἀμφ’ ἀ]πάλᾳ δέρᾳ
ἀνθέων ἔ[βαλες] πεποημμέναις,
καὶ πο[λλῷ λιπαρῶς] μύρῳ
βρενθείῳ . [ χ]ρ̣ό[α]ν
ἐξαλείψαο κα[ὶ βασ]ι̣ληίῳ,
καὶ στρώμν[αν ἐ]πὶ μολθάκαν
ἀπάλαν παρ[ ]ονων
ἐξίης πόθο[ν ἆδυ νε]ανίδων,
κωὔτε τις [λόφος οὔ]τ̣ε̣ τι
ἶρον οὐδ’ ὔ[δατος ῤόα]
ἔπλετ’ ὄππ[οθεν ἄμ]μες ἀπέσκομεν,
οὐκ ἄλσος τ[ί ποτ’ εἴ]αρος
[πύκνος ἀρχομένω] ψόφος
[ἀήδων ἔχε ποικ]ιλαοιδίᾳ
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου