Πολυκράτει (282a) - Ἴβυκος

Πολυκράτει (282a) - Ἴβυκος

οἳ κ]αὶ Δαρδανίδα Πριάμοιο μέ-
γ’ ἄσ]τυ περικλεὲς ὄλβιον ἠνάρον
Ἄργο]θεν ὀρνυμένοι
Ζη]νὸς μεγάλοιο βουλαῖς
ξα]νθᾶς Ἑλένας περὶ εἴδει
δῆ]ριν πολύυμνον ἔχ[ο]ντες
πό]λεμον κατὰ δακρ[υό]εντα,
Πέρ]γαμον δ’ ἀνέ[β]α ταλαπείριο[ν ἄ]τα
χρυ]σοέθειραν δ[ι]ὰ Κύπριδα.
νῦν δέ μοι οὔτε ξειναπάταν Π[άρι]ν
ἦν] ἐπιθύμιον οὔτε τανί[σφ]υρ[ον
ὑμ]νῆν Κασσάνδραν
Πρι]άμοιό τε παίδας ἄλλου[ς
Τρο]ίας θ’ ὑψιπύλοιο ἁλώσι[μο]ν
ἆμ]αρ ἀνώνυμον· οὐδ’ ἐπ[ανέρχομαι
ἡρ]ώων ἀρετὰν
ὑπ]εράφανον οὕς τε κοίλα[ι
νᾶες] πολυγόμφοι ἐλεύσα[ν
Τροί]ᾳ κακόν, ἥρωας ἐσθ[λούς·
τῶν] μὲν κρείων Ἀγαμέ[μνων
ἆ]ρχε Πλεισθ[ενί]δας βασιλ[εὺ]ς ἀγὸς ἀνδρῶν
Ἀτρέος ἐσ[θλὸς] πάϊς ἔκγ[ο]νος·
καὶ τὰ μὲ[ν ἂν] Μοίσαι σεσοφ[ισμ]έναι
εὖ Ἑλικωνίδ[ες] ἐμβαίεν λόγ[ῳ·
†θνατ[ὸ]ς δ’ οὔ κ[ε]ν ἀνὴρ
διερὸ[ς . . . . .]† . τὰ ἕκαστα εἴποι
ναῶν ὅ[σσος ἀρι]θμὸς ἀπ’ Αὐλίδος
Αἰγαῖον δ[ιὰ πό]ντον ἀπ’ Ἄργεος
ἠλύθο[ν ἐς Τροία]ν
ἱπποτρόφο[ν ἐν δ]ὲ φώτες
χ]αλκάσπ[ιδες υἷ]ες Ἀχα[ι]ῶν·
τ]ῶν μὲν πρ[οφ]ερέστατος α[ἰ]χμᾷ
βαίν]ε[ι] πόδᾶς ὠ]κὺς Ἀχιλλεὺς
καὶ μέ]γας Τ[ελαμ]ώνιος ἄλκι[μος Αἴας
. . . . . . ] . . . [. . . . . ]λο[.] πυρὸς
τοῖς δ’ ἅμα κάλλι]στος ἀπ’ Ἄργεος
ἦλθεν ἀνὴρ Κυάνι]ππ[ο]ς ἐς Ἴλιον
Ἀδράστοιο γένος,]
Ζεύξιπος ἰδ’ ὅν τ]ε [Ν]αῒς
Φοίβῳ κυσαμέν]α χρυσεόστροφ[ος
Ὕλλις ἐγήνατο, τῷ δ’ [ἄ]ρα Τρωΐλον
ὡσεὶ χρυσὸν ὀρει-
χάλκῳ τρὶς ἄπεφθο[ν] ἤδη
Τρῶες Δ[α]ναοί τ’ ἐρό[ε]σσαν
μορφὰν μάλ’ ἐΐσκον ὅμοιον.
τοῖς μὲν πέδα κάλλεος αἰὲν
καὶ σύ, Πουλύκρατες, κλέος ἄφθιτον ἑξεῖς
ὡς κατ’ ἀοιδὰν καὶ ἐμὸν κλέος.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Εἰς τὸν θάνατον τῆς Αἰμιλίας Ροδόσταμο - Διονύσιος Σολωμός

Εἰς τὸν θάνατον τῆς Αἰμιλίας Ροδόσταμο - Διονύσιος Σολωμός 1. Καὶ εἴδανε τὸ ξόδι σου μὲ τὴν κεροδοσιά σου. 2. Στὴ θύρα τὴν ὁλόχρυση τῆς Παντ...