Ἀπόσπασμα 16 - Σαπφώ

Ἀπόσπασμα 16 - Σαπφώ

ο]ἰ μὲν ἰππήων στρότον οἰ δὲ πέσδων
οἰ δὲ νάων φαῖσ’ ἐπ[ὶ] γᾶν μέλαι[ν]αν
ἔ]μμεναι κάλλιστον, ἔγω δὲ κῆν’ ὄτ-
τω τις ἔραται·

πά]γχυ δ’ εὔμαρες σύνετον πόησαι
π]άντι τ[ο]ῦτ’, ἀ γὰρ πόλυ περσκέθοισα
κάλλος [ἀνθ]ρώπων Ἐλένα [τὸ]ν ἄνδρα
τὸν [μεγ’ ἄρ]ιστον

καλλ[ίποι]σ’ ἔβα ἐς Τροΐαν πλέοισα,
κωὐδ[ὲ πα]ῖδος οὐδὲ φίλων τοκήων
πά[μπαν] ἐμνάσθη, ἀλλὰ παράγαγ’ αὔταν
κωὐκ ἐθέλοι]σαν

Κύπρις· ἄγν]αμπτον γὰρ [ἔχει] νόημμα
καὶ τέλει] κούφως τ[ό κέ ποι ν]οήσῃ.
κἄ]με νῦν Ἀνακτορία[ς] ὀνέ̣μναι-
σ’ οὐ] παρεοίσας·

τᾶ]ς κε βολλοίμαν ἔρατόν τε βᾶμα
κἀμάρυχμα λάμπρον ἴδην προσώπω
ἢ τὰ Λύδων ἄρματα καὶ πανόπλοις
πεσδο]μάχεντας.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Εἰς τὸν θάνατον τῆς Αἰμιλίας Ροδόσταμο - Διονύσιος Σολωμός

Εἰς τὸν θάνατον τῆς Αἰμιλίας Ροδόσταμο - Διονύσιος Σολωμός 1. Καὶ εἴδανε τὸ ξόδι σου μὲ τὴν κεροδοσιά σου. 2. Στὴ θύρα τὴν ὁλόχρυση τῆς Παντ...