Ἀπόσπασμα 13 - Σιμωνίδης

Ἀπόσπασμα 13 - Σιμωνίδης

Ὅτε λάρνακι
ἐν δαιδαλέᾳ
ἄνεμός τε †μην† πνέων
κινηθεῖσά τε λίμνα δείματι
ἔρειπεν, οὐκ ἀδιάντοισι παρειαῖς
ἀμφί τε Περσέϊ βάλλε φίλαν χέρα
εἶπέν τ᾽· «ὦ τέκος οἷον ἔχω πόνον·
σὺ δ᾽ ἀωτεῖς, γαλαθηνῷ
δ᾽ ἤθεϊ κνοώσσεις
ἐν ἀτερπέϊ δούρατι χαλκεογόμφῳ
‹τῷ› δε νυκτιλαμπεῖ,
κυανέῳ δνόφῳ ταθείς·
ἄχναν δ᾽ ὕπερθε τεᾶν κομᾶν
βαθεῖαν παριόντος
κύματος οὐκ ἀλέγεις, οὐδ᾽ ἀνέμου
φθόγγον, πορφυρέᾳ
κείμενος ἐν χλανίδι, πρόσωπον καλόν.
Εἰ δέ τοι δεινὸν τό γε δεινὸν ἦν,
καί κεν ἐμῶν ῥημάτων
λεπτὸν ὑπεῖχες οὖας.
Κέλομαι δ᾽, εὗδε βρέφος,
εὑδέτω δὲ πόντος, εὑδέτω δ᾽ ἄμετρον κακόν·
μεταβουλία δέ τις φανείη,
Ζεῦ πάτερ, ἐκ σέο·
ὅττι δὲ θαρσαλέον ἔπος εὔχομαι
ἢ νόσφι δίκας,
σύγγνωθί μοι».

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Εἰς τὸν θάνατον τῆς Αἰμιλίας Ροδόσταμο - Διονύσιος Σολωμός

Εἰς τὸν θάνατον τῆς Αἰμιλίας Ροδόσταμο - Διονύσιος Σολωμός 1. Καὶ εἴδανε τὸ ξόδι σου μὲ τὴν κεροδοσιά σου. 2. Στὴ θύρα τὴν ὁλόχρυση τῆς Παντ...